TLG 0079 002 :: MENIPPUS :: Fragmenta MENIPPUS Geogr. Fragmenta Citation: Fragment — (line) | ||
1 | St. B.: Ἑρμώνασσα ... Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν Περίπλῳ τῶν δύο Πόντων· Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. | |
2 | Χαλδία, χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν Περίπλῳ τῶν δύο Πόντων· «τὴν ***· μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία·» καὶ κατά «Τι‐ βαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν.» | |
3t | ΒΟΣΠΟΡΟΥ ΚΑΙ ΠΡΟΠΟΝΤΙΔΟΣ ΠΕΡΙΠΛΟΥΣ. Βιθυνίας περίπλους. | |
3 | Μένιππος ἐν Περίπλῳ Βιθυνίας· «ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδιοι ξʹ.» Μέμνηται ὁ αὐτὸς καὶ τῆς Χαλκί‐ | |
5 | τιδος νήσου. Ἐκλήθη δὲ ἀπὸ Χάλκιδος τοῦ παρακει‐ | |
---|---|---|
μένου ποταμοῦ, ὡς οἱ ἱστορικοὶ ἅπαντές φασι. | 572 | |
4-6t | ΤΩΝ ΛΕΙΠΟΜΕΝΩΝ ΤΗΣ ΕΥΡΩΠΗΣ ΜΕΡΩΝ ΠΕΡΙ‐ ΠΛΟΥΣ. | |
4 | Νικόπολις, πόλις Ἠπείρου, ὡς Μαρκιανός. | |
5 | Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησι Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας β’· «ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἐξανέστησαν, ὧν ἦρχε Σικελός· | |
5 | καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλου‐ μένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς, βασιλείην ἐγκαταστησάμε‐ νος· καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου ταύτης, τότε Σικελίας καλουμένης ἀπὸ τοῦ | |
10 | Σικελοῦ τούτου, (ὃς καὶ ἐν αὐτῇ) ἐβασίλευσε.» Καὶ Μένιππος δὲ ταὐτά φησιν. [Θουκυδίδης δὲ οὕτως·] «ἐλθόντες εἰς Σικελίαν κτλ. | |
6 | Νάρβων, ἐμπόριον καὶ πόλις Κελτική. Μαρ‐ | |
κιανὸς δὲ Ναρβωνησίαν αὐτὴν λέγει. | 573 |